Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.5 Joseph. AJ 18.10 (English) >>Joseph. AJ 18.15

18.8ἐξ ὧν στάσεις τε ἐφύησαν διʼ αὐτὰς καὶ φόνος πολιτικός, μὲν ἐμφυλίοις σφαγαῖς μανίᾳ τῶν ἀνθρώπων εἴς τε ἀλλήλους καὶ αὑτοὺς χρωμένων ἐπιθυμίᾳ τοῦ μὴ λείπεσθαι τῶν ἀντικαθεστηκότων, δὲ τῶν πολεμίων, λιμός τε εἰς ὑστάτην ἀνακείμενος ἀναισχυντίαν, καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαί, μέχρι δὴ καὶ τὸ ἱερὸν τοῦ θεοῦ ἐνείματο πυρὶ τῶν πολεμίων ἥδε στάσις. 18.9οὕτως ἄρα τῶν πατρίων καίνισις καὶ μεταβολὴ μεγάλας ἔχει ῥοπὰς τοῦ ἀπολουμένου τοῖς συνελθοῦσιν, εἴ γε καὶ Ἰούδας καὶ Σάδδωκος τετάρτην φιλοσοφίαν ἐπείσακτον ἡμῖν ἐγείραντες καὶ ταύτης ἐραστῶν εὐπορηθέντες πρός τε τὸ παρὸν θορύβων τὴν πολιτείαν ἐνέπλησαν καὶ τῶν αὖθις κακῶν κατειληφότων ῥίζας ἐφυτεύσαντο τῷ ἀσυνήθει πρότερον φιλοσοφίας τοιᾶσδε· 18.10περὶ ἧς ὀλίγα βούλομαι διελθεῖν, ἄλλως τε ἐπεὶ καὶ τῷ κατʼ αὐτῶν σπουδασθέντι τοῖς νεωτέροις φθόρος τοῖς πράγμασι συνέτυχε. 18.11

Ἰουδαίοις φιλοσοφίαι τρεῖς ἦσαν ἐκ τοῦ πάνυ ἀρχαίου τῶν πατρίων, τε τῶν Ἐσσηνῶν καὶ τῶν Σαδδουκαίων, τρίτην δὲ ἐφιλοσόφουν οἱ Φαρισαῖοι λεγόμενοι. καὶ τυγχάνει μέντοι περὶ αὐτῶν ἡμῖν εἰρημένα ἐν τῇ δευτέρᾳ βίβλῳ τοῦ Ἰουδαϊκοῦ πολέμου, μνησθήσομαι δʼ ὅμως καὶ νῦν αὐτῶν ἐπʼ ὀλίγον. 18.12

Οἵ τε γὰρ Φαρισαῖοι τὴν δίαιταν ἐξευτελίζουσιν οὐδὲν ἐς τὸ μαλακώτερον ἐνδιδόντες, ὧν τε λόγος κρίνας παρέδωκεν ἀγαθῶν ἕπονται τῇ ἡγεμονίᾳ περιμάχητον ἡγούμενοι τὴν φυλακὴν ὧν ὑπαγορεύειν ἠθέλησεν. τιμῆς γε τοῖς ἡλικίᾳ προήκουσιν παραχωροῦσιν οὐδʼ ἐπʼ ἀντιλέξει τῶν εἰσηγηθέντων ταῦτα οἱ θράσει ἐπαιρόμενοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.5 Joseph. AJ 18.10 (English) >>Joseph. AJ 18.15

Powered by PhiloLogic